Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 3.124 Joseph. AJ 3.129 (English) >>Joseph. AJ 3.134

3.127ἕτερον δὲ τούτῳ καὶ τῷ μεγέθει καὶ τῇ ὑφῇ καὶ τῇ χρόᾳ παραπλήσιον τοὺς ἐπὶ ταῖς εἰσόδοις πέντε κίονας περιέβαλλε κατὰ γωνίαν ἑκάστου κίονος κρίκου κατέχοντος αὐτὸ ἀπὸ κορυφῆς ἄχρι ἡμίσους τοῦ κίονος. τὸ δὲ λοιπὸν εἴσοδος ἀνεῖτο τοῖς ἱερεῦσιν ὑποδυομένοις. 3.128ὑπὲρ δὲ τούτου λίνεον ἦν ἰσομέγεθες φάρσος ἐφελκόμενον ἀπὸ κάλων ἐπὶ θάτερα, τῶν κρίκων τῷ τε ὕφει καὶ τῷ κάλῳ διακονούντων πρός τε τὸ ἐκπετάννυσθαι καὶ συνελκόμενον ἵστασθαι κατὰ γωνίαν ἐμποδὼν οὐκ ἐσόμενον πρὸς τὸ κατοπτεύεσθαι καὶ μάλιστα ἐν ταῖς ἐπισήμοις ἡμέραις. 3.129κατὰ δὲ τὰς λοιπὰς καὶ μάλισθʼ ὅταν νιφετώδης προπεταννύμενον στεγανὸν ἐποίει τὸ ἐκ τῶν βαμμάτων ὕφος· ὅθεν δὴ παρέμεινε τὸ ἔθος καὶ τὸν ναὸν οἰκοδομησαμένων ἡμῶν, ὥστε τὴν σινδόνα τοιουτότροπον περικεῖσθαι ταῖς εἰσόδοις. 3.130δέκα δὲ ἄλλα φάρση πηχῶν τὸ πλάτος τεσσάρων τὸ δὲ μῆκος ὀκτὼ καὶ εἴκοσι, χρυσείους ἔχοντα γιγλύμους ἐπὶ συναφῇ θηλείας τε καὶ ἄρρενος συνείλεκτο, ὡς ἓν εἶναι δοκεῖν, εἶτα ὑπερτεινόμενα τοῦ ναοῦ τό τʼ ἐφύπερθεν ἐσκίαζε καὶ τῶν τοίχων τοὺς κατὰ πλευρὰν καὶ κατόπιν ἑστῶτας ἀπὸ τῆς γῆς ὅσον πῆχυν ἀνέχοντα. 3.131ἴσαι δὲ τῷ πλάτει καὶ ἄλλαι σινδόνες μιᾷ πλείους τὸν ἀριθμὸν τὸ δὲ μῆκος ὑπερβάλλουσαι, τριακονταπήχεις γὰρ ἦσαν, ὑφασμέναι δʼ ἐκ τριχῶν ὁμοίως κατὰ λεπτουργίαν ταῖς ἐκ τῶν ἐρίων πεποιημέναι ἐτέταντο μέχρι τῆς γῆς κεχυμέναι κατὰ θύρας ἀετώματι παραπλήσιον καὶ παστάδι παρεῖχον, τοῦ ἑνδεκάτου φάρσους εἰς τοῦτο παρειλημμένου.


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 3.124 Joseph. AJ 3.129 (English) >>Joseph. AJ 3.134

Powered by PhiloLogic